Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ καὶ παρ᾽ ἡμῖν: ψόφοις δὲ χρῶνται περὶ τὰ νυκτέλια 1, καὶ χαλκοκρότους 2 τὰς τοῦ θεοῦ τιθήνας [p. 174] προσαγορεύουσι: καὶ 3 ὁ δεικνύμενος ἐν τοῖς ἐναντίοις τοῦ νεὼ θύρσος 4 ἐντετυπωμένος καὶ τύμπανα: ταῦτα γὰρ οὐδενὶ δήπουθεν ἄλλῳ θεῶν 5 ἢ Διονύσῳ προσῆκει 6. ἔτι τοίνυν μέλι μὲν 7 οὐ προσφέρουσι ταῖς ἱερουργίαις, ὅτι δοκεῖ φθείρειν τὸν οἶνον κεραννύμενον, καὶ τοῦτ᾽ ἦν σπονδὴ καὶ μέθυ, πρὶν ἄμπελον φανῆναι. καὶ μέχρι νῦν τῶν τε βαρβάρων οἱ μὴ ποιοῦντες οἶνον μελίτειον πίνουσιν, ὑποφαρμάσσοντες τὴν γλυκύτητα οἰνώδεσι ῥίζαις καὶ αὐστηραῖς Ἕλληνές τε νηφάλια ταὐτὰ 8 καὶ μελίσπονδα ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.