Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τὸν ἐκ τῆς παροιμίας ‘ἀποκείμενον ἰχθῦν’ διὰ τί 1 οὐχ 2 ἕλκομεν 3 εἰς μέσον μετὰ τῆς Πυθαγορικῆς χοίνικος, ἐφ᾽ ἧς ἀπηγόρευε καθῆσθαι, διδάσκων 4 ἡμᾶς ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολείπειν 5 καὶ τῆς αὔριον ἐν τῇ σήμερον μνημονεύειν; ἡμῖν μὲν οὖν τοῖς Βοιωτοῖς τὸ ‘λεῖπέ τι καὶ Μήδοις’ διὰ στόματὸς ἐστιν, ἐξ οὗ Μῆδοι τήν τε Φωκίδα, καὶ τὰ ἔσχατα τῆς Βοιωτίας ἄγοντες καὶ φέροντες ἐπέτρεχον ἀεὶ δὲ καὶ: πανταχοῦ δεῖ πρόχειρον εἶναι τὸ ‘λεῖπέ τι καὶ ξένοις ἐπελθοῦσιν’ ὡς ἔγωγε καὶ τοῦ Ἀχιλλέως κενὴν ἀεὶ καὶ λιμώδη καταλαμβανομένην αἰτιῶμαι ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.