Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ θύειν καὶ Λακεδαιμονίους. σκύλων 1 δὲ Πυθοῖ καὶ ἀκροθινίων καὶ τροπαίων 2 ἀναθέσεις ἆρ᾽ 3, οὐ συμμαρτυροῦσιν ὅτι τῆς εἰς τὸ νικᾶν καὶ κρατεῖν δυνάμεως τῷ θεῷ τούτῳ πλεῖστον μέτεστιν;’
ἔτι δ᾽ αὐτοῦ λέγοντος, ὑπολαβὼν Κάφισος [p. 325] ὁ Θέωνος υἱός ‘ἀλλὰ ταῦτὰ γ᾽’ εἶπεν ‘οὐχ:χ ἱστορίας οὐδὲ 4 περιηγητικῶν ὄδωδε 5 βιβλίων, ἀλλ᾽ ἐκ μέσων ἀνεσπασμένα τῶν Περιπατητικῶν τόπων εἰς τὸ πιθανὸν ἐπικεχείρηται, καὶ προσέτι τραγικῶς μηχανὴν ἄραντες, ὦ φίλοι 6, δεδίττεσθε 7 τῷ θεῷ τοὺς ἀντιλέγοντας. ὁ μὲν οὖν θεός, ὥσπερ προσήκει, πᾶσιν ἴσος ἐστὶ μετ᾽ εὐμενείας: ἡμεῖς δ᾽ ἑπόμενοι Σώσπιδι ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.