Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ὑγρὰν ὑπὸ τῆς μέθης καὶ ἀκροσφαλῆ γεγενημένην. ὡς : γὰρ τὰ θρέμματα λόγου μὲν οὐ συνίησι διάνοιαν ἔχοντος, σιγμοῖς δὲ καὶ ποππυσμοῖς ἀμελέσιν 1 ἢ σύριγξι καὶ στρόμβοις ἐγείρουσι καὶ κατευνάζουσι πάλιν 2 οἱ νέμοντες, οὕτως, ὅσον ἔνεστι τῇ ψυχῇ φορβαδικὸν καὶ ἀγελαῖον καὶ ἀξύνετον λόγου καὶ ἀνήκοον, μέλεσι καὶ ῥυθμοῖς; ἐπιψάλλοντες καὶ [p. 293] καταυλοῦντες εὖ τίθενται καὶ καταπραΰνουσιν. οὐ μὴν ἀλλ᾽ εἰ δεῖ 3 τὸ γ᾽ ἐμοὶ 4 φαινόμενον εἰπεῖν, οὔτ᾽ ἂν αὐλοῦ ποτε καθ᾽ αὑτὸν οὔτε λύρας μέλει 5 χωρὶς λόγου καὶ ᾠδῆς ἐπιτρέψαιμι 6 τὸ συμπόσιον, ὥσπερ ῥεύματι φέρειν ὑπολαμβάνοντι: δεῖ γὰρ οὕτως ἐθίζειν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.