Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δῆλός ἐστιν εἰδὼς τὸ πολύφωνον 1 τοῦ οἴνου καὶ λόγων 2 πολλῶν γόνιμον. οὐ γὰρ ἔστι τρωγόντων σιωπῇ καὶ πινόντων γνῶσις: ἀλλ᾽ ὅτι τὸ πίνειν εἰς τὸ λαλεῖν προάγεται, τῷ δὲ λαλεῖν ἐμφαίνεται καὶ τῷ 3 ἀπογυμνοῦσθαι πολλὰ τῶν ἄλλως λανθανόντων, παρέχει τινὰ τὸ συμπίνειν καὶ 4 κατανόησιν ἀλλήλων: ὥστε μὴ φαύλως ἂν ἐπιτιμῆσαι τῷ 5 Αἰσώπῳ, ‘τί τὰς θυρίδας, ὦ μακάριε, ζητεῖς ἐκείνας, δι᾽ ὧν ἄλλος; ἄλλου κατόψεται τὴν διάνοιαν; ὁ γὰρ οἶνος ἡμᾶς ἀνοίγει καὶ δείκνυσιν οὐκ ἐῶν ἡσυχίαν ἄγειν, ἀλλ᾽ ἀφαιρῶν τὸ πλάσμα καὶ τὸν σχηματισμόν, ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.