Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰς τραπέζας;. ‘οὐ γὰρ τοῦ φαγεῖν’ ὁ Ἁγίας ἔφη ‘χάριν οὐδὲ τοῦ πιεῖν, ἀλλὰ τοῦ συμπιεῖν καὶ συμφαγεῖν ὡς ἐγᾦμαι καλοῦμεν ἀλλήλους, ἡ δ᾽ εἰς μερίδας αὕτη κρεωδαισία 1 τὴν κοινωνίαν ἀναιροῦσα, πολλὰ δεῖπνα ποιεῖ καὶ πολλοὺς δειπνοῦντας, οὐδένα δὲ σύνδειπνον οὐδενός, ὅταν ὥσπερ ἀπὸ κρεοπωλικῆς 2; τραπέζης σταθμῷ λαβὼν ἕκαστος μοῖραν ἑαυτῷ πρόθηται. καίτοι τίν᾽ ἔχει διαφορὰν ἢ 3 κύλικα καταθέντα τῶν κεκλημένων ἑκάστῳ καὶ χοῦν 4, ἐμπλησάμενον 5 οἴνου, καὶ τράπεζαν ἰδίαν 6 ὥσπερ οἱ Δημοφωντίδαι τῷ Ὀρέστῃ λέγονται, πίνειν κελεῦσαι μὴ προσέχοντα τοῖς ἄλλοις: ἢ τοῦθ᾽ ὅπερ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.