Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γένεσιν. ‘εἰκάσαι δ᾽ ἄν τις’ ἔφην ἐγὼ ‘τὰ μὲν ἀπ᾽ ἐνδείας ὅσα τε καῦμα προσπῖπτον ἢ ψῦχος ἐμποιεῖ, ταῦτα πρῶτον τοῖς σώμασι παραγενέσθαι: πλησμονὰς δὲ καὶ θρύψεις καὶ ἡδυπαθείας ὕστερον ἐπελθεῖν μετ᾽ ἀργίας καὶ σχολῆς δι᾽ ἀφθονίαν τῶν ἀναγκαίων πολὺ περίττωμα ποιούσας καὶ πονηρόν, ἐν ᾧ ποικίλα νοσημάτων εἴδη παντοδαπάς τε τούτων ἐπιπλοκὰς πρὸς ἀλλήλας καὶ μίξεις ἀεί τι νεωτερίζειν. τὸ μὲν γὰρ κατὰ φύσιν τέτακται καὶ διώρισται, τάξις γὰρ ἢ τάξεως ἔργον ἡ φύσις: ἡ δ᾽ ἀταξία καθάπερ ἡ Πινδαρικὴ ψάμμος 1 ἀριθμὸν περιπέφευγε, ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.