τε καὶ Πρύτανιν καὶ Ἱερώνυμον καὶ Δίωνα τὸν ἐξ Ἀκαδημείας 1, ὡς ἄξιόν τινος σπουδῆς πεποιημένους ἔργον ἀναγράψασθαι λόγους παρὰ πότον γενομένους: ᾠήθης τε δεῖν ἡμᾶς τῶν σποράδην πολλάκις ἔν τε Ῥώμῃ 2 μεθ᾽ ὑμῶν καὶ παρ᾽ ἡμῖν ἐν τῇ Ἑλλάδι, παρούσης ἅμα τραπέζης καὶ κύλικος, φιλολογηθέντων συναγαγεῖν τἀπιτήδεια 3: πρὸς τοῦτο γενόμενος τρία μὲν ἢδη σοι πέπομφα τῶν βιβλίων, ἑκάστου δέκα προβλήματα περιέχοντος: πέμψω δὲ καὶ τὰ λοιπὰ ταχέως, ἂν ταῦτα δόξῃ μὴ παντελῶς ἄμουσα μηδ᾽ ἀπροσδιόνυσ᾽ εἶναι. [p. 3]
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τε καὶ Πρύτανιν καὶ Ἱερώνυμον καὶ Δίωνα τὸν ἐξ Ἀκαδημείας 1, ὡς ἄξιόν τινος σπουδῆς πεποιημένους ἔργον ἀναγράψασθαι λόγους παρὰ πότον γενομένους: ᾠήθης τε δεῖν ἡμᾶς τῶν σποράδην πολλάκις ἔν τε Ῥώμῃ 2 μεθ᾽ ὑμῶν καὶ παρ᾽ ἡμῖν ἐν τῇ Ἑλλάδι, παρούσης ἅμα τραπέζης καὶ κύλικος, φιλολογηθέντων συναγαγεῖν τἀπιτήδεια 3: πρὸς τοῦτο γενόμενος τρία μὲν ἢδη σοι πέπομφα τῶν βιβλίων, ἑκάστου δέκα προβλήματα περιέχοντος: πέμψω δὲ καὶ τὰ λοιπὰ ταχέως, ἂν ταῦτα δόξῃ μὴ παντελῶς ἄμουσα μηδ᾽ ἀπροσδιόνυσ᾽ εἶναι. [p. 3]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.