Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μὲν 1 θολερὰ καὶ γεώδη περιρρεῖ καὶ ὑποπίπτει, τὸ δ᾽ εἰλικρινὲς καὶ θερμὸν αὐτοῦ 2 ὑπὸ λεπτότητος διασῴζεται πρὸς τὴν αἴσθησιν.
ἡμεῖς δὲ τὴν Πλατωνικὴν 3 φυλάττοντες ἀρχὴν ἐλέγομεν 4 ὅτι πνεῦμα τῶν ὀμμάτων αὐγοειδὲς ἐκπίπτον ἀνακίρναται 5 τῷ περὶ τὰ σώματα φωτὶ καὶ λαμβάνει σύμπηξιν, ὥσθ᾽ ἓν ἐξ ἀμφοῖν σῶμα δι᾽ ὅλου συμπαθὲς γενέσθαι. κεράννυται δ᾽ ἕτερον ἑτέρῳ συμμετρίας τε λόγῳ 6 καὶ ποσότητος: οὐ γὰρ ἀναιρεθῆναι δεῖ θάτερον ὑπὸ θατέρου κρατηθέν, ἀλλ᾽ ἀπ᾽ ἀμφοῖν ἔς τι 7 μέσον ἁρμονίᾳ καὶ κοινωνίᾳ συναχθέντων μίαν δύναμιν ἀποτελεσθῆναι. ὄντος οὖν τοῦ τῶν 8 παρηλίκων, εἴτε ῥεῦμα χρὴ προσαγορεύειν τὸ διὰ τῆς κόρης φερόμενον εἴτε πνεῦμα φωτοειδὲς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.