Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῷ 1 παρὰ τὸ εἰκός, ἐπιστρέφων ‘σοὶ δ᾽’ ἔφη ‘βέλτιστε, τί πρᾶγμα περὶ τούτων διαπορεῖν; εἰ γὰρ ἡμῖν αἰτίων ζητητικὸς καὶ θεωρητικὸς γέγονας, μὴ μακρὰν οὕτως ἀποσκήνου 2 τῶν ἰδίων, ἀλλ᾽ εἰπὲ δι᾽ ἣν αἰτίαν Ὅμηρος 3 ἐν τῷ ποταμῷ πλύνουσαν οὐκ ἐν τῇ θαλάττῃ, καίπερ ἐγγὺς οὔσῃ, τὴν Ναυσικάαν πεποίηκε, καίτοι θερμοτέραν γε καὶ διαφανεστέραν εἰκὸς καὶ ῥυπτικωτέραν εἶναι.’
καὶ 4 ὁ Θέων ‘ἀλλὰ τοῦτὸ γ᾽’ εἶπε ‘τῶν γεωδῶν 5 Ἀριστοτέλης 6 πάλαι διαλέλυκεν, ὃ προβέβληκας 7 ἡμῖν. καὶ γὰρ 8 τῇ θαλάττῃ τὸ ραχὺ 9 καὶ γεῶδες ἐνδιέσπαρται καὶ τοῦτο ποιεῖ τὴν ἁλυκότητα μεμιγμένον: ᾗ καὶ μᾶλλον ἡ θάλαττα τούς τε νηχομένους ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.