Click on a word to bring up parses, dictionary entries, and frequency statistics
. ἔσχε γὰρ ὁ ἀγὼν ἐντονωτάτην ἅμιλλαν, ἀγωνοθετοῦντος ἐνδόξως καὶ μεγαλοπρεπῶς Φιλοπάππου τοῦ βασιλέως ταῖς φυλαῖς ὁμοῦ πάσαις χορηγοῦντος. ἐτύγχανε δὲ συνεστιώμενος ἡμῖν καὶ τῶν παλαιῶν τὰ μὲν λέγων τὰ δ᾽ ἀκούων διὰ φιλανθρωπίαν οὐχ ἧττον ἢ φιλομάθειαν.
Προεβλήθη δέ τι τοιοῦτον ὑπὸ Μάρκου τοῦ γραμματικοῦ. Νεάνθη 1 τὸν Κυζικηνὸν ἔφη λέγειν ἐν τοῖς κατὰ πόλιν μυθικοῖς, ὅτι τῇ Αἰαντίδι φυλῇ [p. 46] γέρας ὑπῆρχε τὸ μὴ κρίνεσθαι τὸν αὐτῆς 2 χορὸν ἔσχατον: εἰ 3 μὲν οὖν ἔφη πρὸς ἀπόδειξιν 4 ἱστορίας ὁ ἀνα 5 εἰ δὲ τοῦτὸ γ᾽ οὐ νοθεύει 6, προκείσθω τῆς αἰτίας ἐν κοινῷ πᾶσιν ἡ ζήτησις εἰπόντος δὲ τοῦ ἑταίρου Μίλωνος ‘ἂν οὖν ψεῦδος ᾖ τὸ λεγόμενον; ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.