Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκ δὲ τούτου τὸ ἄπορον καὶ πολλὰ πράγματα τοῖς ζητητικοῖς παρέχον εἰς μέσον εἷλκε πρόβλημα περὶ τοῦ ᾠοῦ καὶ τῆς ὄρνιθος, ὁπότερον γένοιτο πρότερον αὐτῶν. καὶ Σύλλας μὲν ὁ ἑταῖρος εἰπὼν ὅτι μικρῷ προβλήματι καθάπερ ὀργάνῳ μέγα καὶ βαρὺ σαλεύομεν τὸ περὶ τῆς τοῦ κόσμου 1 γενέσεως, ἀπηγόρευσε. τοῦ δ᾽ Ἀλεξάνδρου τῆς ζητήσεως ὡς μηδὲν προσφυὲς φερούσης καταγελάσαντος, ὁ γαμβρὸς ἡμῶν Φίρμος ‘ἐμοὶ τοίνυν’ ἔφη ‘χρῆσον ἐν τῷ παρόντι τὰς ἀτόμους 2. εἰ γὰρ τὰ μικρὰ δεῖ στοιχεῖα ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.