‘ δεινοτέρους καπήλων ὥστε παρὰ τὰς μάχας, ἐν χερσὶ τῶν πολεμίων ὄντων, ἀπομνημονεύειν ἀκριβῶς, πόσον ἕκαστος τῶν δεδειπνηκότων παρ᾽ αὐτοῖς πέπωκε 1. τὰ δὲ Πινδαρικὰ 2 βελτίω δήπουθεν, ἐν οἷς
ἥρωες αἰδοίαν ἐμίγνυντ᾽ ἀμφὶ τράπεζαν θαμά 3τῷ κοινωνεῖν ἁπάντων ἀλλήλοις. ἐκεῖνο γὰρ ἦν οἷον ἀνάμιξις καὶ σύγκρασις ἀληθῶς, τοῦτο δὲ διαίρεσις καὶ διαβολὴ τῶν φιλτάτων εἶναι δοκούντων, ὡς μηδ᾽ ὄψου κοινωνεῖν δυναμένων.’
ἐπὶ τούτοις εὐδοκιμήσαντι τῷ Ἁγίᾳ παρώξυνάν μ᾽ 4 ἐπιθέσθαι. ἔλεγον 5 οὖν οὐ 6 ξένον τι πεπονθέναι πάθος Ἁγίαν, εἰ τὴν ἴσην μερίδα λαμβάνων