Περὶ τοῦ κιττοῦ πότερον τῇ φύσει θερμὸς ἢ ψυχρός ἐστιν.
ἐπαινεσάντων δ᾽ ἡμῶν, τὸν Τρύφωνα, μειδιῶν ὁ Ἀμμώνιος οὐκ ἄξιον ἔφη ποικίλον οὕτω καὶ ἀνθηρὸν λόγον ὥσπερ στέφανον ἀντιλέγοντα διαλακτίζειν 1: ‘πλὴν ὅ τε 2 κιττὸς οὐκ οἶδ᾽ ὅπως συγκαταπέπλεκται ψυχρότητι συγκατασβεννύναι [p. 104] λεγόμενος τὸν ἄκρατον : ἔστι γὰρ ἔμπυρος καὶ θερμότερος, καὶ ὅ γε καρπὸς; αὐτοῦ μιγνύμενος εἰς τὸν οἶνον μεθυστικὸν ποιεῖ καὶ ταρακτικὸν τῷ πυροῦθαι: ’