Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡ δὲ μετὰ τὸ δεῖπνον ὁρμὴ πρὸς τὴν συνουσίαν οὐκ ἀκίνδυνος: ἄδηλον γὰρ εἰ, τῆς τροφῆς μὴ κρατηθείσης, ἀπεψία δέξαιτο τὸν ἐκ τῆς συνουσίας ἄραδον 1 καὶ παλμόν, ὥστε διττὴν τὴν βλάβην γενέσθαι. [p. 121]
ὑπολαβὼν δ᾽ Ὀλύμπιχος ‘ἐμοὶ μέν’ ἔφη ‘τὸ τοῦ Πυθαγορικοῦ Κλεινίου λίαν ἀρέσκει: λέγεται γὰρ ἐρωτηθείς, ὁπηνίκα δεῖ μάλιστα γυναικὶ προσιέναι 2: ‘ὅταν’ φάναι ‘μάλιστα τυγχάνῃς βλαβῆναι βουλόμενος.’ καὶ γὰρ ὃ Ζώπυρος εἴρηκε νῦν, ἔχει τινὰ λόγον: καὶ τὸν ἕτερον καιρὸν ἄλλας ἀκαιρίας ἔχοντα πρὸς τὸ πρᾶγμα καὶ δυσχερείας ὁρῶ. καθάπερ οὖν Θαλῆς ὁ σοφὸς ὑπὸ τῆς μητρὸς ἐνοχλούμενος ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.