‘ τελωνικῶν ἐπορθρισμοὶ κεκραγμῶν καὶ κηρύγματα καλουμένων ἐπὶ δίκας ἢ θεραπείας τινῶν βασιλέων ἢ ἀρχόντων: ἐν ᾧ καιρῷ φροῦδα τὰ τῆς ἡδονῆς,
λήγει δὲ Κύπρις θαλίαι 1 τε νέων,συντείνουσι γὰρ αἱ φροντίδες. ἔπειτα δὲ καὶ ὁ ποιητὴς τῶν ἡρώων οὔτε γαμετῇ τινα μεθ᾽ ἡμέραν οὔτε παλλακίδι συγκατέκλινε, πλὴν ἢ τὸν Πάριν δραπετεύσαντα ποιήσας καταδυόμενον εἰς τοὺς κόλπους τῆς γυναικός 5, ὡς οὐκ ἀνδρὸς ἀλλὰ μοιχοῦ λυσσῶντος οὖσαν τὴν μεθημερινὴν ἀκρασίαν. καὶ μὴν οὐδὲ τὸ σῶμα βλάπτοιτ᾽ ἂν ὑπὸ τῆς συνουσίας μᾶλλον, ὡς Ἐπίκουρος 6 οἴεται, μετὰ τὸ δεῖπνον, ἄν ’
2 οὐδέ τι 3, θύρσος φύλλα Βακχείου 4: