τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέι οἴνῳ:1 τὸν γὰρ οἶνον ἐν ἀρχῇ μὲν εἶναι γλυκύν, γίγνεσθαι δ᾽ ἡδὺν ὅταν εἰς τὸ αὐστηρὸν τῇ πέψει μεταβάλῃ παλαιούμενος.
Ἀρισταίνετος δ᾽ ὁ Νικαεὺς ἔν τισιν ἐνίοις 2 γράμμασιν ἀνεγνωκὼς ἔφη μνημονεύειν, ὅτι γλεῦκος μιχθὲν 3 οἴνῳ παύει μέθην: τῶν δ᾽ ἰατρῶν τινας λέγει 4 τοὺς πλέον πιόντας κελεύειν ἐμεῖν 5, εἶθ᾽, ὅταν μέλλωσι καθεύδειν, ἄρτον εἰς μέλι καταβάψαντας [p. 127] ἐμφαγεῖν ἔδοσαν 6. εἴ τι οὖν αἱ γλυκύτητες ἀμβλύνουσι τὸν 7 ἄκρατον, εἰκότως ὁ νέος οἶνος οὐ μεθύσκει, πρὶν ἂν ἡ γλυκύτης μεταβάλῃ.
σφόδρ᾽ οὖν ἀπεδεξάμεθα τὴν εὑρησιλογίαν