Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ κρίνειν ἐπακολουθοῦντα 1 ταῖς φαντασίαις. ἀλλὰ πῶς’ εἶπεν ‘ὑμῖν δοκεῖ περὶ τούτων;’
‘ἐμοὶ μέν’ ἔφην ‘ἐπισκοποῦντι κατ᾽ ἐμαυτὸν ἀποχρῶν οὗτος ἦν πρὸς τὴν αἰτίαν ὁ λόγος: εἰ δὲ κελεύεις ἴδιόν τι κινεῖν, ὅρα πρῶτον εἰ τὴν εἰρημένην διαφορὰν ἐπὶ τὸ σῶμα μετοιστέον ἐστί. τῶν γὰρ ἀκροθωράκων ἡ διάνοια μόνον τετάρακται, τὸ δὲ σῶμα ταῖς ὁρμαῖς ἐξυπηρετεῖν δύναται, μήπω βεβαπτισμένον: ὅταν δὲ κατασεισθῇ καὶ πιεσθῇ, προδίδωσι τὰς ὁρμὰς καὶ παρεῖται: μέχρι γὰρ ἔργων οὐ πρόεισιν: ἐκεῖνοι 2 δὲ τὸ συνεξαμαρτάνον ἔχοντες οὐ τῷ μᾶλλον ἀλογιστεῖν ἀλλὰ τῷ 3 μᾶλλον ἰσχύειν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.