‘τὴν δὲ σελήνην ἀδρανεστέρας ἀφιέναι τὰς αὐγάς
μέλας γὰρ. αὐταῖς οὐ πεπαίνεται βότρυς1 κατὰ τὸν Ἴωνα.’
λεχθέντων δὲ τούτων, ἐγὼ ‘τἄλλα μέν’ ἔφην ‘εἴρηται καλῶς: τῇ δὲ ποσότητι καὶ τῷ μᾶλλον καὶ ἧττον τῆς θερμασίας κρίνειν τὸ σύμπαν 2 οὐ δεῖ: καὶ γὰρ 3 ἥλιον ὁρῶμεν ἧττον 4 ἐν 5 τῷ χειμῶνι θάλποντα [p. 134] καὶ μᾶλλον ἐν τῷ θέρει σήποντα τὰ σώματα: τοὐναντίον δ᾽ ὤφειλε ποιεῖν, εἰ μαλακότητι τῆς θερμασίας αἱ σήψεις ἐγίνοντο: νυνὶ δέ, ὅτε μᾶλλον ἐντείνει τὸ καῦμα, θᾶσσον διαφθείρει 6 τὰς σάρκας. οὐκοῦν οὐδ᾽ ἡ σελήνη δι᾽ ἔνδειαν ἀλέας καὶ ἀσθένειαν ’