Εἰ ἡ θάλασσα τῆς γῆς εὐοψοτέρα.
τῆς Εὐβοίας ὁ Αἰδηψός 1, οὗ τὰ Θερμὰ χωρίον ἐστὶν αὐτοφυὲς 2 πολλὰ πρὸς ἡδονὰς ἔχον ἐλευθερίους καὶ κατεσκευασμένον .,οἰκήσεσι καὶ διαίταις, κοινὸν οἰκητήριον 3 ἀποδέδεικται τῆς Ἑλλάδος: πολλῶν δὲ καὶ πτηνῶν καὶ χερσαίων ἁλισκομένων, οὐχ ἧττον ἡ θάλαττα παρέχει τὴν ἀγορὰν εὐτράπεζον, ἐν τόποις καθαροῖς καὶ ἀγχιβαθέσι γενναῖον ἰχθὺν