‘Εενοκράτει συσχολασάντων.’
Περὶ τοῦ ‘ζωρότερον δὲ κέραιε.1’
γελοῖος ἐδόκει τισὶ τῶν συνδειπνούντων ὁ Ἀχιλλεύς, ἀκρατότερον ἐγχεῖν τὸν Πάτροκλον κελεύων, εἶτ᾽ αἰτίαν τοιαύτην ἐπιλέγων
οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.2 Νικήρατος μὲν οὖν ὁ ἑταῖρος ἡμῶν, ὁ Μακεδὼν, ἄντικρυς ἀπισχυρίζετο 3 μὴ ἄκρατον ἀλλὰ θερμὸν εἰρῆσθαι τὸ ‘ζωρόν’ ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως, ὃ δὴ καὶ λόγον ἔχειν, ἀνδρῶν ἑταίρων παρόντων, νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα: καὶ γὰρ ἡμᾶς, ὅταν τοῖς θεοῖς ἀποσπένδειν μέλλωμεν, νεοκρᾶτα