ταῦτα μὲν οὖν ἔφαμεν ἡμεῖς μετρίως λέγεσθαι: τοῦ δ᾽ Ἐμπεδοκλέους εἰρηκότος
οὕνεκεν ὀψίγονοί τε σίδαι καὶ ὑπέρφλοια 1 μῆλα,τὸ μὲν τῶν σιδῶν ἐπίθετον 2 νοεῖν, ὅτι, τοῦ φθινοπώρου λήγοντος ἤδη καὶ τῶν καυμάτων μαραινομένων, ἐκπέττουσι τὸν καρπόν: ἀσθενῆ γὰρ αὐτῶν τὴν ὑγρότητα καὶ γλίσχραν οὖσαν οὐκ ἐᾷ λαβεῖν σύστασιν ὁ ἥλιος, ἂν μὴ μεταβάλλειν ὁ ἀὴρ ἐπὶ τὸ ψυχρότερον ἄρχηται: διὸ καὶ μόνον τοῦτό φησι Θεόφραστος τὸ δένδρον ἐν τῇ σκιᾷ βέλτιον ἐκπέττειν τὸν καρπὸν καὶ τάχιον. τὰ δὲ μῆλα καθ᾽ ἥντινα διάνοιαν ὁ σοφὸς ‘ὑπέρφλοια’ προσειρήκοι, διαπορεῖν 3,