‘ τοῦ μήλου φλοιὸς ἐντός ἐστι κολλώδης χιτὼν καὶ λιπαρός, ᾧ προσίσχεται τὸ σπέρμα: τὸ δ᾽ ἐδώδιμον, ἔξωθεν αὐτῷ περικείμενον, : εἰκότως ‘ὑπέρφλοιον’ ὠνόμασται 1.’
Τίς ἡ αἰτία, δι᾽ ἣν ἡ συκῆ δριμύτατον οὖσα δένδρον γλυκύτατον παρέχει τὸν καρπόν.
μετὰ δὲ ταῦτα περὶ τῶν σύκων διηπορήθη, τί δήποτε πίων καὶ γλυκὺς οὕτω καρπὸς ἀπὸ δένδρου φύεται πικροτάτου: τῆς γὰρ συκῆς καὶ τὸ φύλλον διὰ τὴν τραχύτητα θρῖον ὠνόμασται, καὶ τὸ