previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



πολὺν χρόνον ἀντιτάττεται τῷ θανάτῳ καὶ οὐκ ἐᾷ παντελῶς ἐξολέσθαι καὶ ἀφανισθῆναι τὸ θνητόν: ἀλλ᾽ ὥσπερ ψυχή, θειότατον οὖσα τῶν ἡμετέρων, τὰ ζῷα συνέχει καὶ ῥεῖν οὐκ ἐᾷ τὸν ὄγκον, οὕτως τῶν ἁλῶν φύσις τὰ νεκρὰ παραλαμβάνουσα καὶ μιμουμένη τὸ τῆς ψυχῆς ἔργον ἀντιλαμβάνεται [p. 213] φερομένων ἐπὶ τὴν φθορὰν καὶ κρατεῖ καὶ ἵστησιν, ἁρμονίαν παρέχουσα καὶ φιλίαν πρὸς ἄλληλα τοῖς μέρεσι. διὸ καὶ τῶν Στωικῶν ἔνιοι τὴν ὗν σάρκα νεκρὰν 1 γεγονέναι λέγουσι, τῆς ψυχῆς, ὥσπερ ἁλῶν, παρεσπαρμένης ὑπὲρ τοῦ διαμένειν. ὁρᾷς δ᾽ ὅτι καὶ τὸ κεραύνιον πῦρ ἱερὸν ἡγούμεθα καὶ θεῖον, ὅτι τὰ σώματα τῶν διοβλήτων ἄσηπτα πρὸς πολὺν ἀντέχοντα χρόνον ὁρῶμεν. τί οὖν θαυμαστόν, εἰ καὶ τὸν ἅλα, τὴν αὐτὴν ἔχοντα τῷ θείῳ δύναμιν πυρί, θεῖον ὑπέλαβον οἱ παλαιοί


σιωπήσαντος δ᾽ ἐμοῦ 2, Φιλῖνος ὑπολαβώντὸ δὲ γόνιμον οὐ δοκεῖ σοιἔφηθεῖον εἶναι, εἴπερ ἄρχει θεὸς 3 πάντων;’ ὁμολογήσαντος δ᾽ ἐμοῦ 4καὶ μήνἔφητὸν ἅλα οὐκ ὀλίγον πρὸς γένεσιν συνεργεῖν οἴονται, καθάπερ αὐτὸς ἐμνήσθης τῶν Αἰγυπτίων 5: οἱ γοῦν τὰς κύνας φιλοτροφοῦντες, ὅταν ἀργότεραι πρὸς συνουσίαν ὦσιν, ἄλλοις τε βρώμασιν ἁλμυροῖς καὶ ταριχευτοῖς κρέασι κινοῦσι καὶ παροξύνουσι τὸ σπερματικὸν αὐτῶν ἡσυχάζον. τὰ δ᾽

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: