Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπειδὴ δ᾽ 1 ἡπτόμεθα τῆς αἰτίας τοῦ πάθους, πρῶτον μὲν ἠπορήθη τὸ μάλιστα 2 βουλιμιᾶν τοὺς διὰ χιόνος πολλῆς βαδίζοντας, ὥσπερ καὶ Βροῦτος ἐκ Δυρραχίου πρὸς Ἀπολλωνίαν ἰὼν 3 ἐκινδύνευσεν ὑπὸ τοῦ πάθους: ἦν δὲ νιφετὸς πολὺς καὶ τῶν τὰ σιτία κομιζόντων οὐδεὶς ἐξηκολούθει: λιποθυμοῦντος 4 οὖν αὐτοῦ καὶ ἀπολιπόντος 5, ἠναγκάσθησαν οἱ στρατιῶται προσδραμόντες τοῖς τείχεσιν ἄρτον αἰτῆσαι παρὰ τῶν τειχοφυλάκων πολεμίων 6: καὶ λαβόντες εὐθὺς ἀνεκτήσαντο τὸν Βροῦτον: διὸ καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.