πρωτογένης ἔφη 1 συνεωρακέναι πρῶτον Ὅμηρον, ὅτι τῆς μὲν τροφῆς ὁ στόμαχος ἀγγεῖόν ἐστι, τοῦ δὲ πνεύματος ὁ βρόγχος, ὃν 2 ἀσφάραγον ἐκάλουν οἱ παλαιοί: διὸ καὶ τοὺς μεγαλοφώνους ‘ἐρισφαράγους’ ἐπονομάζειν εἰώθασιν: εἰπὼν 3 οὖν ὅτι τοῦ Ἕκτορος ὁ Ἀχιλλεὺς ἤλασε
λευκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος:ὡς τὸν ἀσφάραγον ὄντα φωνῆς ἴδιον ὀχετὸν καὶ πνεύματος, τὴν δὲ λευκανίην: ἐσέθηκα. 5
4 οὐδ᾽ ἄρ᾽ ἀπ᾽ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,
ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.
γενομένης οὖν ἐπὶ τῷ λόγῳ σιωπῆς, ὁ Φλῶρος εἶπεν οὕτως 6 ‘ὑφησόμεθα τοῦ Πλάτωνος ἐρήμην ὀφλισκάνοντος;’ ‘οὐχ ἡμεῖς γ᾽’ ἔφην ἐγώ: ‘προησόμεθα ’