previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



τιον αὐξάνεσθαι, τὸ δ᾽ ἂν 1 καταρώμενοι σπείρωσι καὶ λοιδοροῦντες.’


[p. 259] ἐπεὶ δὲ τοῦτο μὲν Φλῶρος ᾤετο παιδιὰν εἶναι καὶ φλύαρον, ἐκείνων δ᾽ οὐκ ἄν 2 τινα τῆς αἰτίας ὡς ἀλήπτου 3 προέσθαι τὴν ζήτησινἐξεύρηκα 4ἔφηνφάρμακον, πρὸς τὸν λόγον ἐφ᾽ ἡμᾶς 5 προσάξεις τουτονί, ἐὰν 6 καὶ σὺ διαλύσῃς ἔνια τῶν ἐκκειμένων. δοκεῖ δή μοι ψυχρότης: τὸ ἀτέραμον ἐμποιεῖν τοῖς τε πυροῖς 7 καὶ τοῖς χέδροψι, πιέζουσα καὶ πηγνύουσα τὴν ἕξιν ἄχρι σκληρότητος: δὲ θερμότης εὐδιάλυτον καὶ μαλακόν; ὅθεν οὐκ ὀρθῶς οἱ λέγοντες
ἔτος φέρει οὔτις ἄρουρα
8 τὰ καθ᾽ Ὁμήρου 9 λέγουσι: τὰ γὰρ ἔνθερμα φύσει χωρία, κρᾶσιν εὐμενῆ τοῦ ἀέρος ἐνδιδόντος, ἐκφέρει μαλακωτέρους τοὺς: καρπούς. ὅσα τοίνυν ἐκ τῆς χειρὸς εὐθὺς εἰς τὴν γῆν ἀφιέμενα 10 ἐμπίπτει τῶν σπερμάτων, ἐνδυόμενα καὶ λοχευόμενα τῇ κρύψει μᾶλλον ἀπολαύει τῆς ἐν τῇ γῇ θερμότητος καὶ ὑγρότητος: τὰ δὲ προσκρούοντα τοῖς κέρασι τῶν βοῶν οὐ τυγχάνει τῆςἀρίστηςκαθ᾽ Ἡσίοδον 11εὐθημοσύνης 12, ’ ἀλλὰ σφαλλόμενα καὶ παρολισθαίνοντα ῥιπτομένοις μᾶλλον σπειρομένοις προσέοικεν ὅθεν φθείρουσιν αὐτὰ παντάπασιν αἱ ψυχρότητες, δύστηκτα καὶ ἄχυμα καὶ ξυλώδη τοῖς χιτῶσι [p. 260] γυμνοῖς

1 ἂν Duebnerus

2 οὐκ ἂν] οὐ δεῖν Franke, sed cf. Lobeck. Parerg. ad Phrynich. p. 753

3 R: ἄληπτον

4 ib. ἐξεύρηκας W

5 ἐφ᾽ ἡμᾶς] ἡμᾶς W. εὖ ἡμᾶς?

6 τουτονί, ἐὰν idem: τοῦτον ἵνα

7 πυροῖς] ῥύποις mei

8 proverbium vid esse cf. Hom. ι 357

9 τὰ καθ᾽ Ὁμηρον Turnebus

10 em. Duebnerus ex ἀφιεμένα Vd

11 Ἡσίοδον] OD 471

12 εὐθυμοσύνης mei

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: