‘ τὸ ἄχυρον. οὐ δεῖ δὲ θαυμάζειν ἀκούοντας τῶν γεωργῶν, ὅτι καὶ δυεῖν αὐλάκων παραλλήλων ἡ μὲν ἀτεράμονας 1, ἡ δὲ τεράμονας ἐκφέρει τοὺς καρπούς: καὶ ὃ μέγιστόν ἐστι, τοῦ κυάμου 2 τῶν λοβῶν οἱ μὲν τοίους οἱ δὲ τοίους, δηλονότι τοῖς μὲν ἧττον τοῖς δὲ μᾶλλον ἢ πνεύματος ψυχροῦ προσπεσόντος 3 ἢ 4 ὕδατος.’ [p. 261]
Διὰ τί τοῦ μὲν οἴνου τὸ μέσον, τοῦ δ᾽ ἐλαίου τὸ ἐπάνω, τοῦ δὲ μέλιτος τὸ κατώτατον γίγνεται βέλτιον.
Ἀλεξίων ὁ πενθερὸς κατεγέλα τοῦ Ἡσιόδου 5 παραινοῦντος ‘ἀρχομένου πίθου καὶ λήγοντος ἐμφορεῖσθαι, ’