Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δεῖπνον ἐλθόντας οἱ Θέωνος υἱοὶ ‘κωλυσιδείπνους 1’ καὶ ‘ζοφοδορπίδας 2’ καὶ τοιαῦτα μετὰ παιδιᾶς ἔσκωπτον: οἱ δ᾽ ἀμυνόμενοι πάλιν ἐκείνους ‘τρεχεδείπνους’ ἀπεκάλουν. καί τις εἶπε τῶν πρεσβυτέρων τρεχέδειπνον εἶναι τὸν ὑστερίζοντα τοῦ δείπνου θᾶττον γὰρ ἢ βάδην ἐπειγόμενον, ὅταν βραδύνῃ, φαίνεσθαι. καὶ Γάλβα τοῦ 3 παρὰ Καίσαρι γελωτοποιοῦ χάριεν ἀπεμνημόνευσεν ἐκεῖνος γὰρ ‘ἐπιθυμοδείπνους’ ἐκάλει τοὺς ὀψὲ παραγιγνομένους ἐπὶ δεῖπνον: ἀσχολουμένους γὰρ αὐτοὺς ὅμως διὰ τὸ φιλόδειπνον οὐκ ἀπολέγεσθαι τὰς κλήσεις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.