Click on a word to bring up parses, dictionary entries, and frequency statistics
θορυβησάντων δὲ πάντων, Μενέφυλος ὁ Περιπατητικὸς προσαγορεύσας τὸν Ὕλαν ‘ὁρᾷς 1’ εἶπεν ‘ὡς οὐκ ἦν τὸ ἐρώτημα χλευασμὸς οὐδ᾽ ὕβρις: ἀλλ᾽ ἀφείς, ὦ μακάριε, τὸν δυστράπελον Αἴαντα καὶ δυσώνυμον, ὥς φησι Σοφοκλῆς 2, γενοῦ μετὰ τοῦ [p. 372] Ποσειδῶνος, ὃν αὐτὸς εἴωθας ἱστορεῖν ἡμῖν ἡττώμενον πολλάκις, ἐνταῦθα μὲν ὑπ᾽ Ἀθηνᾶς ἐν Δελφοῖς δ᾽ ὑπὸ τοῦ Ἀπόλλωνος ἐν Ἄργει δ᾽ ὑπὸ τῆς Ἥρας ἐν Αἰγίνῃ δ᾽ ὑπὸ τοῦ Διὸς ἐν Νάξῳ δ᾽ ὑπὸ τοῦ Διονύσου, πρᾶον δὲ πανταχοῦ καὶ ἀμήνιτον ὄντα ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.