καὶ μετ᾽ ὀλίγα:
οὐ ταὐτόν ἐστιν ἁλμάδες καὶ στέμφυλα.
Ἀρχέστρατος ἐν τῇ Γαστρονομίᾳ:
θλαστὰς γάρ εἶναι κρεῖσσόν ἐστιν ἁλμάδος.
φησὶν Ἕρμιππος. Φιλήμων φησίν ‘ πιτυρίδες καλοῦνται αἱ φαυλίαι ἐλᾶαι, στεμφυλίδες δὲ αἱ μέλαιναι.’ Καλλίμαχος δ᾽ ἐν τῇ ῾ Ἑκάλῃ γένη ἐλαῶν καταλέγει:
ῥυσαὶ καὶ δρυπεπεῖς παρακείσθωσάν σοι ἐλαῖαι.
ὥστε Μαραθῶνος τὸ λοιπὸν ἐπ᾽ ἀγαθῷ μεμνημένοι
πάντες ἐμβάλλουσιν ἀεὶ μάραθον ἐς τὰς ἁλμάδας,
ἔλεγον δὲ τὰς δρυπεπεῖς ἐλάας καὶ ἰσχάδας καὶ γεργερίμους, ὥς φησι Δίδυμος, καὶ χωρὶς δὲ τοῦ φάσκειν ἐλάας αὐτὸ καθ᾽ ἑαυτὸ ἔλεγον μόνον δρυπεπεῖς. Τηλεκλείδης: ...
γεργέριμον πίτυρίν τε καὶ ἣν ἀπεθήκατο λευκὴν
εἰν ἁλὶ νήχεσθαι φθινοπωρίδα.
Ἀθηναῖοι δὲ τὰς τετριμμένας ἐλαίας στέμφυλα ἐκάλουν, βρύτεα δὲ τὰ ὑφ᾽ ἡμῶν στέμφυλα, τὰ ἐκπιέσματα τῆς σταφυλῆς, παρὰ δὲ τοὺς βότρυς γέγονεν ἡ φωνή.
ξυγγενέσθαι διὰ χρόνου λιπαρείτω με
δρυπεπέσι, μάζαις καὶ διασκανδικίσαι. [p. 246]