καὶ Πίνδαρος:
κρήνης ἀενάου καὶ ἀπορρύτου, ἥ τ᾽ ἀθόλωτος.
κρήνη δ᾽ ἐν Βοιωτίᾳ ἡ Τιλφῶσσα: ἀφ᾽ ἧς Ἀριστοφάνης φησὶ Τειρεσίαν πιόντα διὰ γῆρας οὐχ ὑπομείναντα τὴν ψυχρότητα ἀποθανεῖν. Θεόφραστος δέ φησιν ἐν τῷ περὶ ὑδάτων τὸ Νείλου ὕδωρ πολυγονώτατον καὶ γλυκύτατον διὸ καὶ λύειν τὰς κοιλίας τῶν πινόντων μῖξιν ἔχον λιτρώδη. ἐν δὲ τῷ περὶ φυτῶν ἐνιαχοῦ φησιν ὕδωρ γίνεσθαι παιδογόνον ὡς ἐν Θεσπιαῖς, ἐν Πύρρα. δὲ ἄγονον. καὶ τῶν γλυκέων δέ φησιν ὑδάτων ἔνια ἄγονα ἢ οὐ πολύγονα, ὡς τὸ ἐν Φέτᾳ καὶ τὸ ἐν Πύρρᾳ. αὐχμῶν δέ ποτε γενομένων περὶ τὸν Νεῖλον ἐρρύη τὸ ὕδωρ ἰῶδες καὶ πολλοὶ τῶν Αἰγυπτίων ἀπώλοντο. μεταβάλλειν τέ φησιν οὐ μόνον τὰ πικρὰ τῶν ὑδάτων, ἀλλὰ καὶ τὸ ἁλυκὸν καὶ ὅλους ποταμούς, [p. 182] καθὰ τὸν ἐν Καρίᾳ, παρ᾽ ᾧ Ζηνοποσειδῶνος ἱερόν ἐστιν. αἴτιον δὲ τὸ πολλοὺς κεραυνοὺς πίπτειν περὶ τὸν τόπον,
μελιγαθὲς ἀμβρόσιον ὕδωρ
Τιλφώσσας ἀπὸ καλλικρήνου.