ὁ Λυσίμαχος ἀκούσας ἐμβληθῆναι αὐτὸν ἐκέλευσεν εἰς γαλεάγραν καὶ δίκην θηρίου περιφερόμενον καὶ τρεφόμενον, κολαζόμενον οὕτως ἐποίησεν ἀποθανεῖν, σὺ δέ, ὦ Οὐλπιανέ, εἰ τὴν γαλεάγραν [p. 320] ζητεῖς, ἔχεις παρ᾽ Ὑπερείδῃ τῷ ῥήτορι: ὅπου δέ, σὺ ζήτει. καὶ Ταχὼς δ᾽ ὁ Αἰγυπτίων βασιλεὺς Ἀγησίλαον σκώψας τὸν Λακεδαιμονίων βασιλέα, ὅτ᾽ ἦλθεν αὐτῷ συμμαχήσων ἦν γὰρ βραχὺς τὸ σῶμα, ἰδιώτης ἐγένετο, ἀποστάντος ἐκείνου τῆς συμμαχίας, τὸ δὲ σκῶμμα τοῦτ᾽ ἦν:
κακῶν κατάρχεις τήνδ᾽ ἐμοῦσαν εἰσάγων,
ὅπερ ἀκούσας ὁ Ἀγησίλαος καὶ ὀργισθεὶς ἔφη ‘φανήσομαὶ σοί ποτε καὶ λέων.’ ὕστερον γὰρ ἀφισταμένων τῶν Αἰγυπτίων, ὥς φησι Θεόπομπος καὶ Λυκέας ὁ Ναυκρατίτης ἐν τοῖς Αἰγυπτιακοῖς, οὐδὲν αὐτῷ συμπράξας ἐποίησεν ἐκπεσόντα τῆς ἀρχῆς φυγεῖν εἰς Πέρσας. ”
ὤδινεν ὄρος, Ζεὺς δ᾽ ἐφοβεῖτο, τὸ δ᾽ ἔτεκεν μῦν.