Αἰσχύλος τε καὶ Σοφοκλῆς ἀναφανδὸν ἔφασαν, ὁ μὲν Μυρμιδόσιν
μηρῶν ἱμείρων καὶ γλυκεροῦ στόματος.
ὁ δ᾽ ἐν Κολχίσιν περὶ Γανυμήδους τὸν λόγον ποιούμενος:
σέβας δὲ μηρῶν ἁγνὸν οὐκ ἐπῃδέσω,
ὦ δυσχάριστε τῶν πυκνῶν φιλημάτων,
οὐκ ἀγνοῶ δὲ ὅτι τὰ περὶ Κρατῖνον καὶ Ἀριστόδημον πεπλάσθαι φησὶν Πολέμων ὁ περιηγητὴς ἐν ταῖς πρὸς τὸν Νεάνθην Ἀντιγραφαῖς. ὑμεῖς δέ, ὦ Κύνουλκε, τὰς διηγήσεις ταύτας, κἂν ψευδεῖς ὦσιν, ἀληθεῖς εἶναι πιστεύετε, καὶ τὰ τοιαῦτα τῶν ποιημάτων ἃ περὶ τοὺς παιδικούς ἐστιν ἔρωτας ἰδίως μελετᾶτε ... , ὁ τοῦ παιδεραστεῖν παρὰ πρώτων Κρητῶν εἰς τοὺς Ἕλληνας παρελθόντος, ὡς ἱστορεῖ Τίμαιος, ἄλλοι δέ φασι τῶν τοιούτων ἐρώτων κατάρξασθαι Λάιον ξενωθέντα παρὰ [p. 250] Πέλοπι καὶ ἐρασθέντα τοῦ υἱοῦ αὐτοῦ Χρυσίππου, ὃν καὶ ἁρπάσαντα καὶ ἀναθέμενον εἰς ἅρμα εἰς Θήβας φυγεῖν. Πράξιλλα δ᾽ ἡ Σικυωνία ὑπὸ Διὸς φησιν ἁρπασθῆναι τὸν Χρύσιππον. καὶ Κελτοὶ δὲ τῶν βαρβάρων καίτοι καλλίστας ἔχοντες γυναῖκας παιδικοῖς μᾶλλον χαίρουσιν ὡς πολλάκις ἐνίους ἐπὶ ταῖς δοραῖς μετὰ δύο ἐρωμένων ἀναπαύεσθαι. Πέρσας δὲ παρ᾽ Ἑλλήνων φησὶν Ἡρόδοτος μαθεῖν τὸ παισὶν χρῆσθαι. ”
μηροῖς ὑπαίθων τὴν Διὸς τυραννίδα.