τῆς δ᾽ ἀφύης ἐστὶ γένη πλείω: καὶ ἡ μὲν ἀφρῖτις λεγομένη οὐ γίνεται ἀπὸ γόνου, ὥς φησιν Ἀριστοτέλης, ἀλλ᾽ ἐκ τοῦ ἐπιπολάζοντος τῇ θαλάσσῃ ἀφροῦ ὅταν ὄμβρων γενομένων πολλῶν σύστασις γένηται. ἑτέρα δ᾽ ἐστὶν ἀφύη ἡ κωβῖτις λεγομένη: γίνεται δ᾽ αὕτη ἐκ τῶν μικρῶν καὶ φαύλων τῶν ἐν τῇ ἄμμῳ διαγενομένων κωβιδίων καὶ ἐξ αὐτῆς δὲ ταύτης τῆς ἀφύης ἀπογεννῶνται ἕτεραι αἵτινες ἐγκρασίχολοι καλοῦνται, γίνεται δὲ καὶ ἄλλη ἀφύη ὁ γόνος τῶν μαινίδων καὶ ἄλλη ἐκ τῆς μεμβράδος καὶ ἔτι ἄλλη ἐκ τῶν μικρῶν κεστρέων τῶν ἐκ τῆς ἄμμου, καὶ τῆς ἰλύος γινομένων. πάντων δὲ τούτων ἡ ἀφρῖτις ἀρίστη. Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων κωβίτην τινὰ ἑψητὸν λέγει καὶ τὸν ἐξ ἀθερίνης: ἰχθυδίου δ᾽ ὄνομα ἀθερίνη. εἶναι δέ φησι καὶ τριγλῖτιν ἀφύην. Ἐπίχαρμος δ᾽ ἐν ἥβας γάμῳ ἐν μεμβράσι καὶ καμμάροις τὰς ἀφύας καταριθμεῖται διαστέλλων τὸν λεγόμενον γόνον. Ἱκέσιος δέ φησι: ‘ τῆς ἀφύης ἡ μὲν λευκὴ καὶ λίαν λεπτὴ καὶ ἀφρώδης, ἣν καλοῦσιν ἔνιοι καὶ κωβῖτιν, ὁ ἡ δὲ ῥυπαρωτέρα ταύτης καὶ ἁδροτέρα: διαφέρει δ᾽ ἡ καθαρὰ καὶ λεπτή.’ Ἀρχέστρατος δ᾽ ὁ ὀψοδαίδαλός φησι: [p. 280]
ὥστ᾽ οὔτ᾽ ἀφύη νῦν ἔστ᾽ ἔθ᾽ ἁπλῶς.
”
τὴν ἀφύην μίνθου πᾶσαν πλὴν τὴν ἐν Ἀθήναις:
τὸν γόνον ἐξαυδῶ, τὸν ἀφρὸν καλέουσιν Ἴωνες::
καὶ λαβὲ πρόσφατον αὐτὸν ἐν εὐκόλποισι Φαλήρου
ἀγκῶσιν ληφθένθ᾽ ἱεροῖς. κἀν τῇ περικλύστῳ
ἐστὶ Ῥόδῳ γενναῖος, ἐὰν ἐπιχώριος ἔλθῃ.
ἂν δέ που ἱμείρῃς αὐτοῦ γεύσασθαι, ὁμοῦ χρὴ
κνίδας ὀψωνεῖν, τὰς ἀμφικόμους ἀκαλήφας
εἰς ταὐτὸν μίξας δ᾽ αὐτὰς ἐπὶ τηγάνου ὄπτα,
εὐώδη τρίψας ἄνθη λαχάνων ἐν ἐλαίῳ.