previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

82. καὶ Ἱερώνυμος δ᾽ Ῥόδιος ἐν τοῖς Ἱστορικοῖς Ὑπομνήμασίν φησιν ὅτι Σοφοκλῆς εὐπρεπῆ παῖδα ἔξω τείχους ἀπήγαγε χρησόμενος αὐτῷ, μὲν οὖν παῖς τὸ ἴδιον ἱμάτιον ἐπὶ τῇ πόᾳ ὑπέστρωσεν, τὴν δὲ τοῦ Σοφοκλέους χλανίδα περιεβάλοντο. μετ᾽ οὖν τὴν ὁμιλίαν παῖς ἁρπάσας τὸ τοῦ Σοφοκλέους χλανίδιον ᾤχετο, καταλιπὼν τῷ Σοφοκλεῖ τὸ παιδικὸν ἱμάτιον. οἷα δὲ εἰκὸς διαλαληθέντος τοῦ συμβεβηκότος Εὐριπίδης πυθόμενος καὶ ἐπιτωθάζων τὸ γεγονὸς καὶ αὐτός ποτε ἔφη τούτῳ κεχρῆσθαι τῷ παιδί, ἀλλὰ μηδὲν προσθεῖναι, τὸν δὲ Σοφοκλέα διὰ τὴν ἀκολασίαν καταφρονηθῆναι. καὶ Σοφοκλῆς ἀκούσας ἐποίησεν εἰς αὐτὸν τὸ τοιοῦτον ἐπίγραμμα, χρησάμενος τῷ περὶ τοῦ Ἡλίου καὶ Βορέου λόγῳ, καί τι πρὸς μοιχείαν αὐτοῦ παραινιττόμενος :

ἥλιος ἦν, οὐ παῖς, Εὐριπίδη, ὅς με χλιαίνων
γυμνὸν ἐποίησεν: σοὶ δὲ φιλοῦνθ᾽ ἑτέραν [p. 260]
Βορρᾶς ὡμίλησε. σὺ δ᾽ οὐ σοφός, ὃς τὸν Ἔρωτα
ἀλλοτρίαν σπείρων λωποδύτην ἀπάγεις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: