Ἀριστοφῶν δ᾽ ἐν Φιλωνίδῃ:
ἐφεξῆς στρώματ᾽, ἀργυρώματα,
θηρίκλειοι καὶ τορευτὰ πολυτελῆ ποτήρια
ἕτερα.
Θεόφιλος δ᾽ ἐν Βοιωτίᾳ:
τοιγαροῦν ἐμοὶ μὲν ἀρτίως ὁ δεσπότης
δι᾽ ἀρετὴν τῶν θηρικλείων εὐκύκλωτον ἀσπίδα,
ὑπεραφρίζουσαν, τρυφῶσαν, ἴσον ἴσῳ κεκραμένην,
προσφέρων ἔδωκεν οἶμαι, χρηστότητος οὕνεκα.
εἶτ᾽ ἐλευθέραν ἀφῆκε βαπτίσας ἐρρωμένως.
ἐν δὲ Προιτίσι:
τετρακότυλον δὲ κύλικα κεραμέαν τινὰ
τῶν θηρικλείων πῶς δοκεῖς᾿ κεραννύει
καλῶς, ἀφρῷ ζέουσαν. οὐδ᾽ ἂν Αὐτοκλῆς
οὕτως μὰ τὴν Γῆν εὐρύθμως τῇ δεξιᾷ
ἄρας ἐνώμα.
καὶ κύλικ᾽ ἀκράτου θηρίκλειον εἰσφέρει
πλέον ἢ κοτύλας χωροῦσαν ἕπτ᾽ Ἀγαθῆς Τύχης.
Ἴσθμιον. Πάμφιλος ἐν τοῖς περὶ Ὀνομάτων Κυπρίους τὸ ποτήριον οὕτως καλεῖν.