previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

58. περὶ δὲ τῆς τοῦ ἀνθοσμίου οἴνου σκευασίας [p. 140] Φαινίας Ἐρέσιός φησι τάδε: ‘ γλεύκει παραχεῖται παρὰ χοῦς πεντήκοντα εἷς θαλάσσης καὶ γίνεται ἀνθοσμίας.’ καὶ πάλινἀνθοσμίας γίνεται ἐκ νέων ἀμπέλων ἰσχυρότερος ἐκ παλαιῶν.’ : ἑξῆς τέ φησι : ‘ τὰς ὀμφακώδεις συμπατήσαντες ἀπέθεντο καὶ ἀνθοσμίας ἐγένετο.’ Θεόφραστος δ᾽ ἐν Θάσῳ φησὶ τὸν ἐν τῷ πρυτανείῳ διδόμενον θαυμαστὸν εἶναι τὴν ἡδονὴν ἠρτυμένος γάρ ἐστιν. ‘ ἐμβάλλουσι γὰρ εἰς τὸ κεράμιον σταῖς μέλιτι φυράσαντες, ὥστε τὴν ὀσμὴν ἀπ᾽ αὐτοῦ, τὴν δὲ γλυκύτητα ἀπὸ τοῦ σταιτὸς λαμβάνειν τὸν οἶνονκαὶ ἑξῆς δέ φησινἐάν τις κεράσῃ σκληρὸν καὶ εὔοσμον μαλακῷ καὶ ἀόσμῳ, καθάπερ τὸν Ἡρακλεώτην καὶ τὸν Ἐρυθραῖον, τοῦ μὲν τὴν μαλακότητα, τοῦ δὲ τὴν εὐοσμίαν παρεχομένου.’ μυρίνης δὲ οἶνος κεῖται παρὰ Ποσειδίππῳ:

διψηρὸς ἄτοπος μυρίνης τίμιος.
καὶ Ἑρμῆς δ᾽ εἶδος πόσεως παρὰ Στράττιδι.

Χαιρέας δὲ ἐν Βαβυλῶνι οἶνόν φησι γίνεσθαι
τὸν καλούμενον νέκταρ.

ἦν ἄρ᾽ ἔπος τόδ᾽ ἀληθές, τ᾽ οὐ μόνον ὕδατος αἶσαν,
ἀλλά τι καὶ χλεύης οἶνος ἔχειν ἐθέλει.
οὐδὲν ἀπόβλητον Διονύσιον, οὐδὲ γίγαρτον,
Κεῖός φησι ποιητής.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: