previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

39.

ἀτταγᾶς . Ἀριστοφάνης Πελαργοῖς:
ἀτταγᾶς ἥδιστον ἕψειν ἐν ἐπινικίοις κρέας.

Ἀλέξανδρος

δ᾽ Μύνδιός φησιν ὅτι μικρῷ μὲν μείζων ἐστὶ πέρδικος, ὅλος δὲ κατάγραφος τὰ περὶ τὸν νῶτον, κεραμεοῦς τὴν χρόαν, ὑποπυρρίζων μᾶλλον, θηρεύεται δ᾽ ὑπὸ κυνηγῶν διὰ τὸ βάρος καὶ τὴν τῶν πτερῶν βραχύτητα. ἐστὶ δὲ κονιστικὸς πολύτεκνός τε καὶ σπερμολόγος. Σωκράτης δ᾽ ἐν τῷ περὶ ὅρων καὶ τόπων καὶ πυρὸς καὶ λίθωνἐκ τῆς Λυδίας μετακομισθέντες,’ φησίν, ‘ εἰς Αἴγυπτον οἱ ἀτταγαῖ καὶ ἀφεθέντες εἰς τὰς ὕλας ἕως μέν τινος ὄρτυγος φωνὴν ἀφίεσαν, ἐπεὶ δὲ τοῦ ποταμοῦ κοίλου ῥυέντος λιμὸς ἐγένετο καὶ πολλοὶ τῶν κατὰ τὴν χώραν ἀπώλλυντο, οὐ διέλιπον σαφέστερον τῶν παίδων τῶν τρανοτάτων ἕως νῦν λέγοντες ' τρὶς τοῖς κακούργοις κακά. [p. 254] συλληφθέντες δὲ οὐ μόνον οὐ τιθασεύονται, ἀλλ᾽ οὐδὲ φωνὴν ἔτι ἀφιᾶσιν. ἐὰν δὲ ἀφεθῶσι, φωνήεντες πάλιν γίγνονται.’ μνημονεύει αὐτῶν Ἱππῶναξ οὕτως :

οὐδ᾽ ἀτταγᾶς τε καὶ λαγὼς διατρώγων.
καὶ Ἀριστοφάνης ἐν Ὄρνισιν ἐν δ᾽ Ἀχαρνεῦσιν καὶ ὡς πλεοναζόντων αὐτῶν ἐν τῇ Μεγαρικῇ. περισπῶσι δ᾽ οἱ Ἀττικοὶ παρὰ τὸν ὀρθὸν λόγον τοὔνομα. τὰ γὰρ εἰς ας λήγοντα ἐκτεταμένον ὑπὲρ δύο συλλαβὰς ὅτε ἔχει τὸ ἄλφα παραλῆγον, βαρύτονά ἐστιν, οἷον ἀκάμας, Σακάδας, ἀδάμας. λεκτέον δὲ καὶ ἀτταγαῖ καὶ οὐχὶ ἀτταγῆνες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: