καὶ
νῆσος, ἣν πέρι πόντος ἀπείριτος ἐστεφάνωτο.
παρατηρητέον δὲ καὶ ὅτι ἐν μὲν Ὀδυσσείᾳ ἀπονιζομένους τὰς χεῖρας ποιεῖ πρὶν μεταλαβεῖν τροφῆς, ἐν Ἰλιάδι. δὲ τοῦτο ποιοῦντας οὐκ ἔστιν εὑρεῖν. σχολαζόντων γὰρ βίος ὁ ἐν Ὀδυσσείᾳ καὶ διὰ τὴν εἰρήνην τρυφώντων διὸ οἱ ἐνταῦθα ἐθεράπευον τὸ σῶμα διὰ λουτρῶν καὶ κατανιμμάτων. διὰ τοῦτο καὶ ἀστραγαλίζουσιν ἐν ταύτῃ τῇ πολιτείᾳ καὶ ὀρχοῦνται καὶ σφαιρίζουσιν. Ἡρόδοτος δὲ οὐ καλῶς εἴρηκεν ἐπὶ Ἄτυος διὰ λιμὸν εὑρεθῆναι τὰς παιδιὰς: πρεσβεύει γὰρ τοῖς χρόνοις τὰ ἡρωικά. οἱ δ᾽ ἐν τῇ Ἰλιακῇ πολιτείᾳ μονονοὺ βοῶσι:
πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε.
κλῦθ᾽ Ἀλαλά, Πολέμου θύγατερ,
ἐγχέων προοίμιον.