φησὶν ὁ Εὐριπίδης ἐν Κρήσσαις. καὶ ὡς ὁ Εὔβουλος δ᾽ ἐν ' Ὀλβίᾳ ἔφη:
αἱ δεύτεραί πως φροντίδες σοφώτεραι.
τί γὰρ ποθεῖ τράπεζα; τῷ δὲ οὐ βρίθεται;
πλήρης μὲν ὄψων ποντίων, πάρεισι δὲ
μόσχων τέρειναι σάρκες ἀρνεία τε δαὶς
καὶ πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου
πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα,
μέλλοντος οὖν τοῦ Ποντιανοῦ λέγειν περὶ ἑκάστου τῶν παρακειμένων, ‘οὐ πρότερόν γε, ἔφη ὁ Οὐλπιανός, ἀκουσόμεθα περὶ τούτων ἕως ἂν περὶ τῶν ἐπιδορπισμάτων εἴπῃς.’ καὶ ὁ Ποντιανός: [p. 456] τραγήματα Κράτης φησὶ Φιλιππίδην λέγειν ἐν Φιλαργύρῳ οὕτως ι
ἐν τῷ γὰρ αὐτῷ πάνθ᾽ ὁμοῦ πωλήσεται
ἐν ταῖς Ἀθήναις: σῦκα, Β. κλητῆρες, ὁ Α, βότρυς,
γογγυλίδες, ἄπιοι, μῆλα, Β. μάρτυρες, Α. ῥόδα,
μέσπιλα, χόρια, σχαδόνες, ἐρέβινθοι, Β, δίκαι,
δ. πυός, πυριάτη, μύρτα, Β. κληρωτήρια,
α, ὑάκινθος, ἄρνες, Β. κλεψύδραι, νόμοι, γραφαί.
καὶ Δίφιλος ἐν Τελεσίᾳ:
πλακοῦντες, ἐπιδορπίσματ᾽, ᾠά, σήσαμα:
ὅλην λέγοντ᾽ οὐκ ἂν ἐπιλείποι μ᾽ ἡμέραν.
Σώφιλος ἐν Παρακαταθήκῃ:
τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα.
β. ἐγὼ δὲ ταῦθ᾽ ἥδιστά γ᾽ ἐπιδορπίζομαι.
Πλάτων ἐν τῷ Ἀτλαντικῷ μεταδόρπια αὐτὰ καλεῖ ἐν τούτοις ‘ πάντα τε εὐώδη ἔφερέ τότε τοῖς κατοικοῦσιν ἡ γῆ, καὶ τὸν ἥμερον δὲ καρπὸν πλεῖστον ἔφερεν καὶ ἀκροδρύων πλῆθος καὶ ὅσα παραμύθια ἡδονῆς μεταδόρπια.’
ἡδύ γε μετ᾽ ἀνδρῶν ἐστιν Ἑλλήνων αἰεὶ
συνάγειν: τὸ πρᾶγμα χάριεν. ‘ οὐχὶ δώδεκα
κυάθους,’ ἀνεβόησέν τις, “ ὑποχεῖς; κωμάσαι
πρὸς τὴν Ταναγρικὴν δεῖ γάρ, ἵν᾽ ἐκεῖ κατακλιθεὶς
ἐπιδορπίσηται τὰς ὀνείας ματτύας.”