ῥίζας δὲ λέγει Νίκανδρος τὰ ὑπ᾽ Ἀλεξανδρέων κολοκάσια καλούμενα: ὡς ὁ αὐτός:
σπείρειας κυάμων Αἰγύπτιον, ὄφρα θερείης
ἀνθέων μὲν στεφάνους ἀνύσῃς, τὰ δὲ πεπτηῶτα
ἀκμαίου καρποῖο κιβώρια δαινυμένοισιν
εἰς χέρας ἠιθέοισι πάλαι ποθέουσιν ὀρέξῃς.
ῥίζας δὲ ἐν θοίνῃσιν ἀφεψήσας προτίθημι.
ἐστὶ δ᾽ ἐν Σικυῶνι Κολοκασίας Ἀθηνᾶς ἱερόν. ἐστὶ δὲ καὶ κιβώριον εἶδος ποτηρίου.
κυάμου λέψας κολοκάσιον ἐντμήξας τε.