previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

58. ἥδιστος δ᾽ ἐστὶ καὶ παρὰ τῷ αὐτῷ ποιητῇ ἐν τοῖς Ὀβελιαφόροις νεανίσκος κατασμικρύνων ἅπαντα τὰ περὶ τὴν ὀψωνίαν καὶ λέγων ὧδε:

ἀλλ᾽ ἀγόρασον εὐτελῶς:
ἅπαν γὰρ ἱκανόν ἐστι. β. φράζ᾽, δέσποτα.
α. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως, τι ἂν
ὁσίας ἕνεκ᾽ ἀρκεῖ τευθίδια, σηπίδια:
κἂν κάραβός τις λαβεῖν, εἷς ἀρκέσει
δύ᾽: ἐπὶ τὴν τράπεζαν ἐγχελύδια
Θήβηθεν ἐνίοτ᾽ ἔρχεται: τούτων λαβέ.
ἀλεκτρυόνιον, φάττιον, περδίκιον,
τοιαῦτα, δασύπους ἄν τις εἰσέλθῃ, φέρε.
β. ὡς μικρολόγος εἶ. α. σὺ δέ γε λίαν πολυτελής: [p. 126]
πάντως κρέ᾽ ἡμῖν ἔστι. β. πότερ᾽ ἔπεμψέ τις;
α. οὔκ, ἀλλ᾽ ἔθυσεν γυνή: τὸ μοσχίον
τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν.
δὲ παρὰ Μνησιμάχῳ ἐν τῷ ὁμωνύμῳ δράματι Δύσκολος φιλάργυρος ὢν σφόδρα πρὸς τὸν ἀσωτευόμενον νεανίσκον φησίν

ἀλλ᾽ ἀντιβολῶ σ᾽, ἐπίταττέ μοι μὴ πόλλ᾽ ἄγαν,
μηδ᾽ ἄγρια λίαν μηδ᾽ ἐπηργυρωμένα,
μέτρια δέ, τῷ θείῳ σεαυτοῦ. β. πῶς ἔτι
μετριώτερ᾽, δαιμόνι᾽; α. ὅπως; σύντεμνε καὶ
ἐπεξαπάτα με:: τούς μὲν ἰχθῦς μοι κάλει
ἰχθύδι᾽ ὄψον δ᾽ ἂν λέγῃς ἕτερον, κάλει
ὀψάριον. ἥδιον γὰρ ἀπολοῦμαι πολύ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: