This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“45. νικήσας δ᾽ ἐν Σικυῶνι τοὺς ἀνταγωνιστὰς ἀνέθηκεν εἰς τὸ
Ἀσκληπιεῖον τρόπαιον ἐπιγράψας: ' Στρατόνικος ἀπὸ τῶν κακῶς κιθαριζόντων.' ᾁσαντος δέ τινος, ἤρετο τίνος τὸ μέλος, εἰπόντος δ᾽ ὅτι Καρκίνου, ' πολύ γε μᾶλλον ἔφη, ' ἢ ἀνθρώπου ἐν Μαρωνείᾳ δ᾽ ἔφη οὐ γίνεσθαι ἔαρ, ἀλλ᾽ ἀλέαν. ἐν Φασήλιδι δὲ πρὸς τὸν παῖδα διαμφισβητοῦντος τοῦ βαλανέως περὶ τοῦ ἀργυρίου ἦν γὰρ νόμος πλείονος
λούειν τοὺς ξένους ' ὦ μιαρέ
, ' ἔφη, ' παῖ, παρὰ χαλκοῦν με μικροῦ Φασηλίτην ἐποίησας.' πρὸς δὲ τὸν ἐπαινοῦντα ἵνα λάβῃ τι, αὐτὸς ἔφη μείζων εἶναι πτωχός, ἐν μικρᾷ δὲ πόλει διδάσκων ἔφη ' αὕτη οὐ πόλις ἐστίν, ἀλλὰ μόλις ἐν Πέλλῃ δὲ πρὸς φρέαρ προσελθὼν ἠρώτησεν εἰ πότιμόν ἐστιν. εἰπόντων δὲ τῶν ἱμώντων ' ἡμεῖς γε τοῦτο
[p. 94]
πίνομεν ' οὐκ ἄρ᾽ ἔφη, ' πότιμόν ἐστιν ἐτύγχανον δ᾽ οἱ ἄνθρωποι χλωροὶ ὄντες. ἐπακούσας δὲ τῆς '
Ὠδῖνος τῆς Τιμοθέου ' εἰ δ᾽ ἐργολάβον ἔφη, : ἔτικτεν καὶ μὴ θεόν, ποίας ἂν ἠφίει φωνάς.'
Πολυίδου δὲ σεμνυνομένου ὡς ἐνίκησε Τιμόθεον ὁ μαθητὴς αὐτοῦ Φιλωτᾶς, θαυμάζειν ἔφη, ' εἰ ἀγνοεῖς ὅτι αὐτὸς μὲν ψηφίσματα ποιεῖ, Τιμόθεος δὲ νόμους.' πρὸς Ἄρειον
δὲ τὸν ψάλτην ὀχλοῦντά τι αὐτὸν ' ψάλλ᾽ ἐς κόρακας ἔφη. ἐν Σικυῶνι δὲ πρὸς νακοδέψην γεγενημένον, ἐπεὶ ἐλοιδορεῖτό τι αὐτῷ καὶ ' κακόδαιμον ' ἔφη, ' νακόδαιμον ' ἔφη. τοὺς δὲ Ῥοδίους ὁ αὐτὸς Στρατόνικος σπαταλῶνας καὶ θερμοπότας θεωρῶν ἔφη αὐτοὺς λευκοὺς εἶναι Κυρηναίους. καὶ αὐτὴν δὲ τὴν
Ῥόδον ἐκάλει μνηστήρων πόλιν, χρώματι μὲν εἰς ἀσωτίαν διαλλάττειν ἐκείνων ἡγούμενος αὐτούς, ὁμοιότητι δ᾽ εἰς καταφέρειαν ἡδονῆς τὴν πόλιν μνηστήρων εἰκάζων. ”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.