Σωσίβιος δ᾽ ἐν γ᾽ περὶ Ἀλκμᾶνος κρίβανά φησι λέγεσθαι πλακοῦντάς τινας τῷ σχήματι μαστοειδεῖς. ὑγίεια δὲ καλεῖται ἡ διδομένη ἐν ταῖς θυσίαις μᾶζα ἵνα ἀπογεύσωνται. καὶ ῾ Ἡσίοδος δὲ μᾶζὰν τιν᾽ ἀμολγαίαν καλεῖ:
θριδακίσκας τε καὶ κριβάνας νῶντος.
τὴν ποιμενικην λέγων καὶ ἀκμαίαν ἀμολγὸς γὰρ τὸ ἀκμαιότατον. παραιτητέον δὲ καταλέγειν οὐδὲ γὰρ οὕτως εὐτυχῶς μνήμης ἔχω—ἃ ἐξέθετο πόπανα καὶ πέμματα Ἀριστομένης ὁ Ἀθηναῖος ἐν γ᾽ τῶν πρὸς τὰς ἱερουργίας, ἔγνωμεν δὲ καὶ ἡμεῖς τὸν ἄνδρα τοῦτον νεώτεροι πρεσβύτερον. ὑποκριτὴς δὲ ἦν ἀρχαίας κωμῳδίας ἀπελεύθερος τοῦ μουσικωτάτου βασιλέως Ἀδριανοῦ, καλούμενος ὑπ᾽ αὐτοῦ Ἀττικοπέρδιξ.” καὶ ὁ Οὐλπιανὸς ἔφη: “ὁ δ᾽ ἀπελεύθερος παρὰ τίνι κεῖται;” εἰπόντος δέ τινος καὶ δρᾶμα ἐπιγράφεσθαι Φρυνίχου Ἀπελευθέρους, Μένανδρον δ᾽ [p. 40] ἐν Ῥαπιζομένῃ καὶ ἀπελευθέραν εἰρηκέναι καὶ ἐπισυνάπτοντος..,1 πάλιν ἔφη: ‘ τίνι δὲ διαφέρει ἐξελευθέρου;’ ταῦτα μὲν οὖν ἔδοξε κατὰ τὸ παρὸν ἀναβαλέσθαι.
μᾶζὰ τ᾽ ἀμολγαίη γάλα τ᾽ αἰγῶν σβεννυμενάων,