καὶ ἐν Θεαροῖς:
καὶ τὸν ἀρχὸν ἐπικαλύψας ἐπιπλόῳ.
καὶ ὁ Χῖος δὲ Ἴων ἐν ταῖς Ἐπιδημίαις ἔφη: τῷ ἐπίπλῳ ἐπικαλύψας.' ἀπέχεις, φίλη κεφαλὴ Οὐλπιανέ, τὸν ἐπίπλουν, ἵν᾽ ἤδη ποτὲ αὐτῷ ἐντυλιχθεὶς κατακαυθῇς καὶ πάντας ἡμᾶς ζητήσεων ἀπαλλάξῃς. τὸ δὲ μαρτύριον τοῦ οὕτως διεσκευασμένου ἥπατος δίκαιος εἶ σὺ ἀπομνημονεῦσαι, προειρημένου σοι πάλαι ὅτε περὶ τῶν ὠτίων καὶ ποδῶν [p. 4] ἐζητοῦμεν, ὅτι Ἄλεξις ἐν Κρατείᾳ ἢ Φαρμακοπώλῃ εἴρηκε. πᾶσα δ᾽ ἡ ἐκλογὴ χρησίμη οὖσα εἰς πολλά, ἐπεὶ τὰ νῦν διὰ μνήμης οὐ κρατεῖς, αὐτὸς ἐγὼ διεξελεύσομαι. φησὶ δ᾽ οὕτως ὁ κωμικός:
ὀσφύος τε πέρι κἠπιπλόου.
”
πρῶτον μὲν οὖν ὄστρεια παρὰ Νηρεῖ τινι
ἰδὼν γέροντι φυκί᾽ ἠμφιεσμένα
ἔλαβον ἐχίνους τ᾽ ἐστὶ γὰρ προοίμιον
δείπνου χαριέντως ταῦτα πεπρυτανευμένου.
τούτων δὲ ἀπολυθείς, κειμένων ἰχθυδίων
μικρῶν, τρεμόντων τῷ δέει τί πείσεται,
θαρρεῖν κελεύσας ἕνεκ᾽ ἐμοῦ ταῦτ᾽ οὐδὲ ἓν
φήσας ἀδικήσειν ἐπριάμην γλαῦκον μέγαν.
ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος
ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους
ἁπαλοὺς ὑπ᾽ ἀκάνθης μηδὲ ἓν τούτων παθεῖν.
ἐπὶ τὸ τάγηνον φυκίδας, ψήττας τινάς,
καρῖδα, φύκην, κωβιόν, πέρκην, σπάρον,
ἐποίησὰ τ᾽ αὐτὸ ποικιλώτερον ταῶ.
κρεᾴδι᾽ ἄττα,3 ποδάρια, ῥύγχη τινά,
ὠτάρι᾽ ὕει᾽, ἡπάτιον ἐγκεκαλυμμένον
αἰσχύνεται γὰρ πελιδνὸν ὂν τῷ χρώματι.
τούτοις μάγειρος οὐ πρόσεισ᾽ οὐδ᾽ ὄψεται:
οἰμώξεται γὰρ νὴ Δί᾽. ἀλλ᾽ ἐγὼ σοφῶς
ταῦτ᾽ οἰκονομήσω καὶ γλαφυρῶς καὶ ποικίλως
οὕτω ποῶ γὰρ τοὔψον αὐτός ὥστε τοὺς
δειπνοῦντας εἰς τὰ λοπάδι᾽ ἐμβάλλειν ποῶ
ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς.
τὰς σκευασίας πάντων δὲ καὶ τὰς συστάσεις
τούτων ἕτοιμός εἰμι δεικνύειν, λέγειν,
προῖκα προδιδάσκειν, ἂν θέλῃ τις μανθάνειν. [p. 6]