Νίκανδρος δ᾽ ἐν δευτέρῳ Γεωργικῶν φησιν
φύλλων δ᾽ ὅσσ᾽ ἄσπαρτα τά τ᾽ ἐρρίζωται ἀρούραις
χείματος ἠδ᾽ ὁπόταν πολυάνθεμον εἶαρ ἵκηται, [p. 182]
αὐχμηρὴν σκόλυμόν τε καὶ ἀγριάδα σταφυλῖνον,
καὶ ῥάφυν ἐμπέδιον καὶ καυκαλίδ᾽ ἀγροιῶτιν.
μνημονεύει τοῦ σταφυλίνου καὶ Θεόφραστος. Φαινίας δ᾽ ἐν ε᾽ περὶ φυτῶν γράφει οὕτως: ‘ κατὰ δὲ τὴν αὐτοῦ τοῦ σπέρματος φύσιν ὁ καλούμενος σὴψ καὶ τὸ τοῦ σταφυλίνου σπέρμα’ κἀν τῷ πρώτῳ δέ φησι: ‘ πετασώδη τὴν τῶν σπερμάτων ἀπείληφε φύσιν ἄννησον, μάραθον, σταφυλῖνος, καυκαλίς, κώνειον, κόριον, σκίλλα, ἣν ἔνιοι μυηφόνον.’ ἐπεὶ δὲ ἄρου ἐμνημόνευσεν ὁ Νίκανδρος, προσαποδοτέον ὅτι καὶ Φαινίας ἐν τῷ προειρημένῳ βιβλίῳ γράφει οὕτως : ‘ δρακόντιον, ὃ ἔνιοι ἄρον ἀρωνια.10’ τὸν δὲ σταφυλῖνον Διοκλῆς ἐν πρώτῳ Ὑγιεινῶν ἀσταφυλῖνον καλεῖ. τὸ δὲ καρτὸν καλούμενον μέγας δ᾽ ἐστὶν καὶ εὐαυξὴς σταφυλῖνος εὐχυλότερόν ἐστι τοῦ σταφυλίνου καὶ μᾶλλον θερμαντικώτερον, οὐρητικώτερον, εὐστόμαχον, εὐοικονόμητον, ὡς ὁ Δίφιλος ἱστορεῖ. [p. 184]
ἐν δέ τε καὶ μαράθου καυλὸς βαθύς, ἐν δέ τε ῥίζαι
πετραίου, ὁ σὺν δ᾽ αὐτὸς ἐπαυχμήεις σταφυλῖνος,
σμυρνεῖον σόγκος τε κυνόγλωσσός τε σέρις τε:
σὺν καὶ ἄρου δριμεῖα καταψήχοιο πέτηλα
ἠδ᾽ ὅπερ ὄρνιθος κλέεται γάλα.