This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘8. τῶν δὲ ἐν Ῥόδῳ γινομένων σύκων μνημονεύει Λυγκεὺς ἐν ἐπιστολαῖς σύγκρισιν ποιούμενος τῶν Ἀθήνησι γινομένων καλλίστων πρὸς τὰ Ῥοδιακά. γράφει δὲ οὕτως: ‘τὰ δὲ ἐρινεὰ τοῖς Λακωνικοῖς ὥστε συκάμινα σύκοις δοκεῖν ἐρίζειν. καὶ ταῦτ᾽ οὐκ ἀπὸ δείπνου καθάπερ ἐκεῖ διεστραμμένης ἤδη διὰ τὴν πλησμονὴν τῆς γεύσεως, ἀλλ᾽ ἀθίκτου τῆς ἐπιθυμίας οὔσης πρὸ δείπνου παρατέθεικα.’ τῶν δ᾽ ἐν τῇ καλῇ Ῥώμῃ καλλιστρουθίων καλουμένων σύκων εἰ ὁ Λυγκεὺς ἐγεύσατο ὥσπερ ἐγώ, ὀξυωπέστερος ἂν ἐγεγόνει παρὰ πολὺ τοῦ ὁμωνύμου: τοσαύτην ὑπεροχὴν ἔχει ταῦτα τὰ σῦκα πρὸς τὰ ἐν τῇ πάσῃ οἰκουμένῃ γινόμενα, ἐπαινεῖται δὲ καὶ ἄλλα. σύκων γένη κατὰ τὴν Ῥώμην γινομένων, τά τε καλούμενα Χῖα καὶ τὰ Λιβιανά, ἔτι δὲ καὶ τὰ Χαλκιδικὰ ὀνομαζόμενα καὶ τὰ Ἀφρικανά, ὡς καὶ Ἡρόδοτος ὁ Λύκιος μαρτυρεῖ ἐν τῷ περὶ σύκων συγγράμματι.
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.