ὁ Ἀριστοφάνης δ᾽ ἐν Ἀχαρνεῦσι καὶ αὐτὸς τῶν βαρβάρων ἐμφανίζων τὴν μεγαλειότητά φησιν:
τί δ᾽ ἂν Ἕλληνες μικροτράπεζοι,
φυλλοτρῶγες δράσειαν; ὅπου
τέτταρα λήψῃ κρέα μίκρ᾽ ὀβολοῦ.
παρὰ δ᾽ ἡμετέροις προγόνοισιν ὅλους
βοῦς ὤπτων, ὗς,2 ἐλάφους, ἄρνας:
τὸ τελευταῖον δὲ ὁ μάγειρος ὅλον
τέρας ὀπτήσας μεγάλῳ βασιλεῖ
θερμὴν παρέθηκε κάμηλον.
Ἀναξανδρίδης δ᾽ ἐν Πρωτεσιλάῳ διασύρων τὸ τῶν Ἰφικράτους γάμων συμπόσιον, ὅτε ἤγετο [p. 102] τὴν Κότυος τοῦ Θρᾳκῶν βασιλέως θυγατέρα, φησί:
πρ. εἶτ᾽ ἐξένιζε παρετίθει θ᾽ ἡμῖν ὅλους
ἐκ κριβάνου βοῦς. δικ. καὶ τίς εἶδε πώποτε
βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων.
πρ. καὶ ναὶ μὰ Δί᾽ ὄρνιν τριπλάσιον Κλεωνύμου
παρέθηκεν ἡμῖν ὄνομα δ᾽ ἦν αὐτῷ φέναξ.