previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

28. κοσμοσανδάλων δὲ μνημονεύει Κρατῖνος ἐν Μαλθακοῖς διὰ τούτων

κεφαλὴν ἀνθέμοις ἐρέπτομαι,
λειρίοις, ῥόδοις, κρίνεσιν,6 κοσμοσανδάλοις.
Κλέαρχος δ᾽ ἐν β᾽ Βίωνὅρα, φησίν, τοὺς τὸ [p. 148] κοσμοσανδάλοις ἀνείροντας Λακεδαιμονίους, οἳ τὸν παλαιότατον τῆς πολιτικῆς κόσμον συμπατήσαντες ἐξετραχηλίσθησαν. διόπερ καλῶς περὶ αὐτῶν εἴρηκεν κωμῳδιοποιὸς Ἀντιφάνης ἐν Κιθαριστῇ:

οὐκ ἐφύσων οἱ Λάκωνες ὡς ἀπόρθητοί ποτε;
νῦν δ᾽ ὁμηρεύουσ᾽ ἔχοντες πορφυροῦς κεκρυφάλους;

Ἱκέσιος δ᾽ ἐν δευτέρῳ περὶ Ὕλης τὸ λευκόιον φησι μεσότητά τινα ἔχειν ἐν τῷ στύφειν, πολὺ δ᾽ ἀρίστην εὐωδίαν καὶ δυναμένην τέρπειν, ἀλλὰ πρὸς ὀλίγιστον. ‘τὸ δὲ μέλαν. φησί, τὴν μὲν αὐτὴν θεωρίαν ἔχει, εὐῶδες δ᾽ ἐστὶ πολὺ μᾶλλον.’ Ἀπολλόδωρος δὲ ἐν τῷ περὶ Θηρίων φησί: ‘ χαμαίπιτυν, οἱ δὲ ὁλόκυρον, οἱ δὲ Ἀθήνησιν ἰωνιάν, οἱ δὲ κατ᾽ Εὔβοιαν σιδηρῖτιν.’ Νίκανδρος δ᾽ ἐν δευτέρῳ Γεωργικῶν τὰ δὲ ἔπη ὀλίγον ὕστερον παραθήσομαι, ὅταν περὶ πάντων τῶν στεφανωματικῶν ἀνθῶν διεξέρχωμαι τὸ ἴον, φησίν, Ἰωνιάδες τινὲς νύμφαι Ἴωνι ἐχαρίσαντο πρώτῳ.

τὸν δὲ Νάρκισσον ἐν τῷ σ᾽ περὶ Φυτῶν Ἱστορίας Θεόφραστος καλεῖσθαί φησι καὶ λείριον. εἶθ᾽ ὑποβὰς ὡς διαλλάσσοντα τίθησιν νάρκισσαν καὶ [p. 150] λείριον. Εὔμαχος δ᾽ Κορκυραῖος ἐν Ῥιζοτομικῷ καὶ ἀκακαλλίδα φησὶ καλεῖσθαι τὸν νάρκισσον καὶ κρόταλον. τοῦ δὲ ἡμεροκαλλοῦς καλουμένου ἄνθους, τὴν μὲν νύκτα μαραίνεται, ἅμα δὲ τῷ ἡλίῳ ἀνατέλλοντι θάλλει, μνημονεύει Κρατῖνος ἐν Μαλθακοῖς λέγων οὕτως :


ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ.

τῆς δ᾽ ἑρπύλλου, φησὶ Θεόφραστος, τὴν ἄγριον κομίζοντες ἐκ τῶν ὀρῶν φυτεύουσιν ἐν Σικυῶνι καὶ Ἀθήνησιν ἐκ τοῦ Ὑμηττοῦ. παρ᾽ ἄλλοις δὲ ὅλα ὄρη πλήρη ἐστὶ τοῦ ἄνθους, καθάπερ ἐν Θρᾴκῃ. Φιλῖνος δέ φησιν αὐτὴν ζυγίδα καλεῖσθαι.

περὶ δὲ τῆς λυχνίδος, λέγων Ἀμερίας Μακεδὼν ἐν τῷ Ῥιζοτομικῷ φησιν ἀναφῦναι αὐτὴν ἐκ τῶν Ἀφροδίτης λουτρῶν ὅτε Ἡφαίστῳ συγκοιμηθεῖσα Ἀφροδίτη λούοιτο. εἶναι δ᾽ ἀρίστην ἐν Κύπρῳ καὶ Λήμνῳ, ἔτι δὲ Στρογγύλῃ καὶ Ἔρυκι καὶ Κυθήροις.

δ᾽ ἶρις, φησὶ Θεόφραστος, ἀνθεῖ τοῦ θέρους μόνη τε τῶν Εὐρωπαίων ἀνθέων εὔοσμος ἐστίν. ἀρίστη δ᾽ ἐστὶν ἐν Ἰλλυριοῖς τοῖς ἀνῳκισμένοις τῆς θαλάσσης. Φιλῖνος δέ φησι τὰ ἄνθη τῆς ἴριδος λέγεσθαι λύκους διὰ τὸ ἐμφερῆ εἶναι λύκου χείλεσι. Νικόλαος δ᾽ Δαμασκηνὸς ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν πρὸς ταῖς ἑκατὸν περὶ τὰς [p. 152] Ἄλπεις λίμνην τινά φησιν εἶναι πολλῶν σταδίων οὖσαν, ἧς περὶ τὸν κύκλον πεφυκέναι δι᾽ ἔτους ἄνθη ἥδιστα καὶ εὐχρούστατα, ὅμοια ταῖς καλουμέναις κάλχαις. τῶν δὲ καλχῶν μέμνηται καὶ Ἀλκμὰν ἐν τούτοις:


χρύσιον ὅρμον ἔχων ῥαδινᾶν πετάλοισι καλχᾶν.
μνημονεύει αὐτῶν καὶ Ἐπίχαρμος ἐν Ἀγρωστίνῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: